Scrutatio

Lunedi, 13 maggio 2024 - Beata Vergine Maria di Fatima ( Letture di oggi)

Revelation 16


font
DOUAI-RHEIMSLXX
1 And I heard a great voice out of the temple, saying to the seven angels: Go, and pour out the seven vials of the wrath of God upon the earth.1 Καὶ ἤκουσα μεγάλης φωνῆς ἐκ τοῦ ναοῦ λεγούσης τοῖς ἑπτὰ ἀγγέλοις· ὑπάγετε καὶ ἐκχέετε τὰς ἑπτὰ φιάλας τοῦ θυμοῦ τοῦ θεοῦ εἰς τὴν γῆν.
2 And the first went, and poured out his vial upon the earth, and there fell a sore and grievous wound upon men, who had the character of the beast; and upon them that adored the image thereof.2 Καὶ ἀπῆλθεν ὁ πρῶτος καὶ ἐξέχεεν τὴν φιάλην αὐτοῦ εἰς τὴν γῆν, καὶ ἐγένετο ἕλκος κακὸν καὶ πονηρὸν ἐπὶ τοὺς ἀνθρώπους τοὺς ἔχοντας τὸ χάραγμα τοῦ θηρίου καὶ τοὺς προσκυνοῦντας τῇ εἰκόνι αὐτοῦ.
3 And the second angel poured out his vial upon the sea, and there came blood as it were of a dead man; and every living soul died in the sea.3 Καὶ ὁ δεύτερος ἐξέχεεν τὴν φιάλην αὐτοῦ εἰς τὴν θάλασσαν, καὶ ἐγένετο αἷμα ὡς νεκροῦ, καὶ πᾶσα ψυχὴ ζωῆς ἀπέθανεν τὰ ἐν τῇ θαλάσσῃ.
4 And the third poured out his vial upon the rivers and the fountains of waters; and there was made blood.4 Καὶ ὁ τρίτος ἐξέχεεν τὴν φιάλην αὐτοῦ εἰς τοὺς ποταμοὺς καὶ τὰς πηγὰς τῶν ὑδάτων, καὶ ἐγένετο αἷμα.
5 And I heard the angel of the waters saying: Thou art just, O Lord, who art, and who wast, the Holy One, because thou hast judged these things:5 Καὶ ἤκουσα τοῦ ἀγγέλου τῶν ὑδάτων λέγοντος·
δίκαιος εἶ, ὁ ὢν καὶ ὁ ἦν, ὁ ὅσιος,
ὅτι ταῦτα ἔκρινας,
6 For they have shed the blood of saints and prophets, and thou hast given them blood to drink; for they are worthy.6 ὅτι αἷμα ἁγίων καὶ προφητῶν ἐξέχεαν
καὶ αἷμα αὐτοῖς [δ]έδωκας πιεῖν,
ἄξιοί εἰσιν.
7 And I heard another, from the altar, saying: Yea, O Lord God Almighty, true and just are thy judgments.7 Καὶ ἤκουσα τοῦ θυσιαστηρίου λέγοντος·
ναὶ κύριε ὁ θεὸς ὁ παντοκράτωρ,
ἀληθιναὶ καὶ δίκαιαι αἱ κρίσεις σου.
8 And the fourth angel poured out his vial upon the sun, and it was given unto him to afflict men with heat and fire:8 Καὶ ὁ τέταρτος ἐξέχεεν τὴν φιάλην αὐτοῦ ἐπὶ τὸν ἥλιον, καὶ ἐδόθη αὐτῷ καυματίσαι τοὺς ἀνθρώπους ἐν πυρί.
9 And men were scorched with great heat, and they blasphemed the name of God, who hath power over these plagues, neither did they penance to give him glory.9 καὶ ἐκαυματίσθησαν οἱ ἄνθρωποι καῦμα μέγα καὶ ἐβλασφήμησαν τὸ ὄνομα τοῦ θεοῦ τοῦ ἔχοντος τὴν ἐξουσίαν ἐπὶ τὰς πληγὰς ταύτας καὶ οὐ μετενόησαν δοῦναι αὐτῷ δόξαν.
10 And the fifth angel poured out his vial upon the seat of the beast; and his kingdom became dark, and they gnawed their tongues for pain:10 Καὶ ὁ πέμπτος ἐξέχεεν τὴν φιάλην αὐτοῦ ἐπὶ τὸν θρόνον τοῦ θηρίου, καὶ ἐγένετο ἡ βασιλεία αὐτοῦ ἐσκοτωμένη, καὶ ἐμασῶντο τὰς γλώσσας αὐτῶν ἐκ τοῦ πόνου,
11 And they blasphemed the God of heaven, because of their pains and wounds, and did not penance for their works.11 καὶ ἐβλασφήμησαν τὸν θεὸν τοῦ οὐρανοῦ ἐκ τῶν πόνων αὐτῶν καὶ ἐκ τῶν ἑλκῶν αὐτῶν καὶ οὐ μετενόησαν ἐκ τῶν ἔργων αὐτῶν.
12 And the sixth angel poured out his vial upon that great river Euphrates; and dried up the water thereof, that a way might be prepared for the kings from the rising of the sun.12 Καὶ ὁ ἕκτος ἐξέχεεν τὴν φιάλην αὐτοῦ ἐπὶ τὸν ποταμὸν τὸν μέγαν τὸν Εὐφράτην, καὶ ἐξηράνθη τὸ ὕδωρ αὐτοῦ, ἵνα ἑτοιμασθῇ ἡ ὁδὸς τῶν βασιλέων τῶν ἀπὸ ἀνατολῆς ἡλίου.
13 And I saw from the mouth of the dragon, and from the mouth of the beast, and from the mouth of the false prophet, three unclean spirits like frogs.13 Καὶ εἶδον ἐκ τοῦ στόματος τοῦ δράκοντος καὶ ἐκ τοῦ στόματος τοῦ θηρίου καὶ ἐκ τοῦ στόματος τοῦ ψευδοπροφήτου πνεύματα τρία ἀκάθαρτα ὡς βάτραχοι·
14 For they are the spirits of devils working signs, and they go forth unto the kings of the whole earth, to gather them to battle against the great day of the Almighty God.14 εἰσὶν γὰρ πνεύματα δαιμονίων ποιοῦντα σημεῖα, ἃ ἐκπορεύεται ἐπὶ τοὺς βασιλεῖς τῆς οἰκουμένης ὅλης συναγαγεῖν αὐτοὺς εἰς τὸν πόλεμον τῆς ἡμέρας τῆς μεγάλης τοῦ θεοῦ τοῦ παντοκράτορος.
15 Behold, I come as a thief. Blessed is he that watcheth, and keepeth his garments, lest he walk naked, and they see his shame.15 Ἰδοὺ ἔρχομαι ὡς κλέπτης. μακάριος ὁ γρηγορῶν καὶ τηρῶν τὰ ἱμάτια αὐτοῦ, ἵνα μὴ γυμνὸς περιπατῇ καὶ βλέπωσιν τὴν ἀσχημοσύνην αὐτοῦ.
16 And he shall gather them together into a place, which in Hebrew is called Armagedon.16 Καὶ συνήγαγεν αὐτοὺς εἰς τὸν τόπον τὸν καλούμενον Ἑβραϊστὶ Ἁρμαγεδών.
17 And the seventh angel poured out his vial upon the air, and there came a great voice out of the temple from the throne, saying: It is done.17 Καὶ ὁ ἕβδομος ἐξέχεεν τὴν φιάλην αὐτοῦ ἐπὶ τὸν ἀέρα, καὶ ἐξῆλθεν φωνὴ μεγάλη ἐκ τοῦ ναοῦ ἀπὸ τοῦ θρόνου λέγουσα· γέγονεν.
18 And there were lightnings, and voices, and thunders, and there was a great earthquake, such an one as never had been since men were upon the earth, such an earthquake, so great.18 καὶ ἐγένοντο ἀστραπαὶ καὶ φωναὶ καὶ βρονταὶ καὶ σεισμὸς ἐγένετο μέγας, οἷος οὐκ ἐγένετο ἀφ’ οὗ ἄνθρωπος ἐγένετο ἐπὶ τῆς γῆς τηλικοῦτος σεισμὸς οὕτως μέγας.
19 And the great city was divided into three parts; and the cities of the Gentiles fell. And great Babylon came in remembrance before God, to give her the cup of the wine of the indignation of his wrath.19 καὶ ἐγένετο ἡ πόλις ἡ μεγάλη εἰς τρία μέρη καὶ αἱ πόλεις τῶν ἐθνῶν ἔπεσαν. καὶ Βαβυλὼν ἡ μεγάλη ἐμνήσθη ἐνώπιον τοῦ θεοῦ δοῦναι αὐτῇ τὸ ποτήριον τοῦ οἴνου τοῦ θυμοῦ τῆς ὀργῆς αὐτοῦ.
20 And every island fled away, and the mountains were not found.20 καὶ πᾶσα νῆσος ἔφυγεν καὶ ὄρη οὐχ εὑρέθησαν.
21 And great hail, like a talent, came down from heaven upon men: and men blasphemed God for the plague of the hail: because it was exceeding great.21 καὶ χάλαζα μεγάλη ὡς ταλαντιαία καταβαίνει ἐκ τοῦ οὐρανοῦ ἐπὶ τοὺς ἀνθρώπους, καὶ ἐβλασφήμησαν οἱ ἄνθρωποι τὸν θεὸν ἐκ τῆς πληγῆς τῆς χαλάζης, ὅτι μεγάλη ἐστὶν ἡ πληγὴ αὐτῆς σφόδρα.