1 Καὶ ὁ πέμπτος ἄγγελος ἐσάλπισεν· καὶ εἶδον ἀστέρα ἐκ τοῦ οὐρανοῦ πεπτωκότα εἰς τὴν γῆν, καὶ ἐδόθη αὐτῷ ἡ κλεὶς τοῦ φρέατος τῆς ἀβύσσου | 1 Και ο πεμπτος αγγελος εσαλπισε? και ειδον οτι επεσεν εις την γην αστηρ εκ του ουρανου, και εδοθη εις αυτον το κλειδιον του φρεατος της αβυσσου. |
2 καὶ ἤνοιξεν τὸ φρέαρ τῆς ἀβύσσου, καὶ ἀνέβη καπνὸς ἐκ τοῦ φρέατος ὡς καπνὸς καμίνου μεγάλης, καὶ ἐσκοτώθη ὁ ἥλιος καὶ ὁ ἀὴρ ἐκ τοῦ καπνοῦ τοῦ φρέατος. | 2 Και ηνοιξε το φρεαρ της αβυσσου, και ανεβη καπνος εκ του φρεατος ως καπνος καμινου μεγαλης, και εσκοτισθη ο ηλιος και ο αηρ εκ του καπνου του φρεατος. |
3 καὶ ἐκ τοῦ καπνοῦ ἐξῆλθον ἀκρίδες εἰς τὴν γῆν, καὶ ἐδόθη αὐταῖς ἐξουσία ὡς ἔχουσιν ἐξουσίαν οἱ σκορπίοι τῆς γῆς. | 3 Και εκ του καπνου εξηλθον ακριδες εις την γην, και εδοθη εις αυτας εξουσια ως εχουσιν εξουσιαν οι σκορπιοι της γης? |
4 καὶ ἐρρέθη αὐταῖς ἵνα μὴ ἀδικήσουσιν τὸν χόρτον τῆς γῆς οὐδὲ πᾶν χλωρὸν οὐδὲ πᾶν δένδρον, εἰ μὴ τοὺς ἀνθρώπους οἵτινες οὐκ ἔχουσιν τὴν σφραγῖδα τοῦ θεοῦ ἐπὶ τῶν μετώπων. | 4 και ερρεθη προς αυτας να μη βλαψωσι τον χορτον της γης μηδε κανεν χλωρον μηδε κανεν δενδρον, ειμη τους ανθρωπους μονους, οιτινες δεν εχουσι την σφραγιδα του Θεου επι των μετωπων αυτων. |
5 καὶ ἐδόθη αὐτοῖς ἵνα μὴ ἀποκτείνωσιν αὐτούς, ἀλλ’ ἵνα βασανισθήσονται μῆνας πέντε, καὶ ὁ βασανισμὸς αὐτῶν ὡς βασανισμὸς σκορπίου ὅταν παίσῃ ἄνθρωπον. | 5 Και εδοθη εις αυτας να μη θανατωσωσιν αυτους, αλλα να βασανισθωσι πεντε μηνας? και ο βασανισμος αυτων ητο ως βασανισμος σκορπιου, οταν κτυπηση ανθρωπον. |
6 καὶ ἐν ταῖς ἡμέραις ἐκείναις ζητήσουσιν οἱ ἄνθρωποι τὸν θάνατον καὶ οὐ μὴ εὑρήσουσιν αὐτόν, καὶ ἐπιθυμήσουσιν ἀποθανεῖν καὶ φεύγει ὁ θάνατος ἀπ’ αὐτῶν. | 6 Και εν ταις ημεραις εκειναις θελουσι ζητησει οι ανθρωποι τον θανατον και δεν θελουσιν ευρει αυτον, και θελουσιν επιθυμησει να αποθανωσι, και ο θανατος θελει φυγει απ' αυτων. |
7 Καὶ τὰ ὁμοιώματα τῶν ἀκρίδων ὅμοια ἵπποις ἡτοιμασμένοις εἰς πόλεμον, καὶ ἐπὶ τὰς κεφαλὰς αὐτῶν ὡς στέφανοι ὅμοιοι χρυσῷ, καὶ τὰ πρόσωπα αὐτῶν ὡς πρόσωπα ἀνθρώπων, | 7 Και αι μορφαι των ακριδων ησαν ομοιαι με ιππους ητοιμασμενους εις πολεμον, και επι τας κεφαλας αυτων ησαν ως στεφανοι ομοιοι με χρυσον, και τα προσωπα αυτων ως προσωπα ανθρωπων. |
8 καὶ εἶχον τρίχας ὡς τρίχας γυναικῶν, καὶ οἱ ὀδόντες αὐτῶν ὡς λεόντων ἦσαν, | 8 Και ειχον τριχας ως τριχας γυναικων, και οι οδοντες αυτων ησαν ως λεοντων, |
9 καὶ εἶχον θώρακας ὡς θώρακας σιδηροῦς, καὶ ἡ φωνὴ τῶν πτερύγων αὐτῶν ὡς φωνὴ ἁρμάτων ἵππων πολλῶν τρεχόντων εἰς πόλεμον, | 9 και ειχον θωρακας ως θωρακας σιδηρους, και η φωνη των πτερυγων αυτων ητο ως φωνη αμαξων ιππων πολλων τρεχοντων εις πολεμον. |
10 καὶ ἔχουσιν οὐρὰς ὁμοίας σκορπίοις καὶ κέντρα, καὶ ἐν ταῖς οὐραῖς αὐτῶν ἡ ἐξουσία αὐτῶν ἀδικῆσαι τοὺς ἀνθρώπους μῆνας πέντε, | 10 Και ειχον ουρας ομοιας με σκορπιους και ησαν κεντρα εις τας ουρας αυτων, και η εξουσια αυτων ητο να βλαψωσι τους ανθρωπους πεντε μηνας. |
11 ἔχουσιν ἐπ’ αὐτῶν βασιλέα τὸν ἄγγελον τῆς ἀβύσσου, ὄνομα αὐτῷ Ἑβραϊστὶ Ἀβαδδών, καὶ ἐν τῇ Ἑλληνικῇ ὄνομα ἔχει Ἀπολλύων. | 11 Και ειχον εφ' εαυτων βασιλεα τον αγγελον της αβυσσου, οστις Εβραιστι ονομαζεται Αβαδδων, και εις την Ελληνικην εχει ονομα Απολλυων. |
12 Ἡ οὐαὶ ἡ μία ἀπῆλθεν· ἰδοὺ ἔρχεται ἔτι δύο οὐαὶ μετὰ ταῦτα. | 12 Η ουαι η μια απηλθεν? ιδου, ερχονται ετι δυο ουαι μετα ταυτα. |
13 Καὶ ὁ ἕκτος ἄγγελος ἐσάλπισεν· καὶ ἤκουσα φωνὴν μίαν ἐκ τῶν [τεσσάρων] κεράτων τοῦ θυσιαστηρίου τοῦ χρυσοῦ τοῦ ἐνώπιον τοῦ θεοῦ, | 13 Και ο εκτος αγγελος εσαλπισε? και ηκουσα μιαν φωνην εκ των τεσσαρων κερατων του θυσιαστηριου του χρυσου του ενωπιον του Θεου, |
14 λέγοντα τῷ ἕκτῳ ἀγγέλῳ, ὁ ἔχων τὴν σάλπιγγα· λῦσον τοὺς τέσσαρας ἀγγέλους τοὺς δεδεμένους ἐπὶ τῷ ποταμῷ τῷ μεγάλῳ Εὐφράτῃ. | 14 λεγουσαν προς τον εκτον αγγελον, οστις ειχε την σαλπιγγα? Λυσον τους τεσσαρας αγγελους τους δεδεμενους εις τον μεγαν ποταμον Ευφρατην. |
15 καὶ ἐλύθησαν οἱ τέσσαρες ἄγγελοι οἱ ἡτοιμασμένοι εἰς τὴν ὥραν καὶ ἡμέραν καὶ μῆνα καὶ ἐνιαυτόν, ἵνα ἀποκτείνωσιν τὸ τρίτον τῶν ἀνθρώπων. | 15 Και ελυθησαν οι τεσσαρες αγγελοι, οι ητοιμασμενοι εις την ωραν και ημεραν και μηνα και ενιαυτον, δια να θανατωσωσι το τριτον των ανθρωπων. |
16 καὶ ὁ ἀριθμὸς τῶν στρατευμάτων τοῦ ἱππικοῦ δισμυριάδες μυριάδων, ἤκουσα τὸν ἀριθμὸν αὐτῶν. | 16 Και ο αριθμος των στρατευματων του ιππικου ητο δυο μυριαδες μυριαδων? και ηκουσα τον αριθμον αυτων. |
17 Καὶ οὕτως εἶδον τοὺς ἵππους ἐν τῇ ὁράσει καὶ τοὺς καθημένους ἐπ’ αὐτῶν, ἔχοντας θώρακας πυρίνους καὶ ὑακινθίνους καὶ θειώδεις, καὶ αἱ κεφαλαὶ τῶν ἵππων ὡς κεφαλαὶ λεόντων, καὶ ἐκ τῶν στομάτων αὐτῶν ἐκπορεύεται πῦρ καὶ καπνὸς καὶ θεῖον. | 17 Και ουτως ειδον τους ιππους εν τη ορασει και τους καθημενους επ' αυτων, οτι ειχον θωρακας πυρινους και υακινθινους και θειωδεις? και αι κεφαλαι των ιππων ησαν ως κεφαλαι λεοντων, και εκ των στοματων αυτων εξηρχετο πυρ και καπνος και θειον. |
18 ἀπὸ τῶν τριῶν πληγῶν τούτων ἀπεκτάνθησαν τὸ τρίτον τῶν ἀνθρώπων, ἐκ τοῦ πυρὸς καὶ τοῦ καπνοῦ καὶ τοῦ θείου τοῦ ἐκπορευομένου ἐκ τῶν στομάτων αὐτῶν. | 18 υπο των τριων τουτων εθανατωθησαν το τριτον των ανθρωπων? εκ του πυρος και εκ του καπνου και εκ του θειου του εξερχομενου εκ των στοματων αυτων. |
19 ἡ γὰρ ἐξουσία τῶν ἵππων ἐν τῷ στόματι αὐτῶν ἐστιν καὶ ἐν ταῖς οὐραῖς αὐτῶν, αἱ γὰρ οὐραὶ αὐτῶν ὅμοιαι ὄφεσιν, ἔχουσαι κεφαλὰς καὶ ἐν αὐταῖς ἀδικοῦσιν. | 19 Διοτι αι εξουσιαι αυτων ειναι εν τω στοματι αυτων, επειδη αι ουραι αυτων ειναι ομοιαι με οφεις, εχουσαι κεφαλας, και με αυτας βλαπτουσι. |
20 Καὶ οἱ λοιποὶ τῶν ἀνθρώπων, οἳ οὐκ ἀπεκτάνθησαν ἐν ταῖς πληγαῖς ταύταις, οὐδὲ μετενόησαν ἐκ τῶν ἔργων τῶν χειρῶν αὐτῶν, ἵνα μὴ προσκυνήσουσιν τὰ δαιμόνια καὶ τὰ εἴδωλα τὰ χρυσᾶ καὶ τὰ ἀργυρᾶ καὶ τὰ χαλκᾶ καὶ τὰ λίθινα καὶ τὰ ξύλινα, ἃ οὔτε βλέπειν δύνανται οὔτε ἀκούειν οὔτε περιπατεῖν, | 20 Και οι λοιποι των ανθρωπων, οιτινες δεν εθανατωθησαν με τας πληγας ταυτας, ουτε μετενοησαν απο των εργων των χειρων αυτων, ωστε να μη προσκυνησωσι τα δαιμονια και τα ειδωλα τα χρυσα και τα αργυρα και τα χαλκινα και τα λιθινα και τα ξυλινα, τα οποια ουτε να βλεπωσι δυνανται ουτε να ακουωσιν ουτε να περιπατωσι, |
21 καὶ οὐ μετενόησαν ἐκ τῶν φόνων αὐτῶν οὔτε ἐκ τῶν φαρμάκων αὐτῶν οὔτε ἐκ τῆς πορνείας αὐτῶν οὔτε ἐκ τῶν κλεμμάτων αὐτῶν. | 21 και δεν μετενοησαν εκ των φονων αυτων ουτε εκ των φαρμακειων αυτων ουτε εκ της πορνειας αυτων ουτε εκ των κλοπων αυτων. |