SCRUTATIO

Venerdi, 4 luglio 2025 - San Tommaso ( Letture di oggi)

Lettera ai Romani - Romans 2


font
LXXGREEK BIBLE
1 Διὸ ἀναπολόγητος εἶ, ὦ ἄνθρωπε πᾶς ὁ κρίνων· ἐν ᾧ γὰρ κρίνεις τὸν ἕτερον, σεαυτὸν κατακρίνεις, τὰ γὰρ αὐτὰ πράσσεις ὁ κρίνων.1 Δια τουτο αναπολογητος εισαι, ω ανθρωπε, πας οστις κρινεις? διοτι εις ο, τι κρινεις τον αλλον, σεαυτον κατακρινεις? επειδη τα αυτα πραττεις συ ο κρινων.
2 οἴδαμεν δὲ ὅτι τὸ κρίμα τοῦ θεοῦ ἐστιν κατὰ ἀλήθειαν ἐπὶ τοὺς τὰ τοιαῦτα πράσσοντας.2 Εξευρομεν δε οτι η κρισις του Θεου ειναι κατα αληθειαν εναντιον των πραττοντων τα τοιαυτα.
3 λογίζῃ δὲ τοῦτο, ὦ ἄνθρωπε ὁ κρίνων τοὺς τὰ τοιαῦτα πράσσοντας καὶ ποιῶν αὐτά, ὅτι σὺ ἐκφεύξῃ τὸ κρίμα τοῦ θεοῦ;3 Και νομιζεις τουτο, ω ανθρωπε, συ ο κρινων τους πραττοντας τα τοιαυτα και πραττων αυτα, οτι θελεις εκφυγει την κρισιν του Θεου;
4 ἢ τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ καὶ τῆς ἀνοχῆς καὶ τῆς μακροθυμίας καταφρονεῖς, ἀγνοῶν ὅτι τὸ χρηστὸν τοῦ θεοῦ εἰς μετάνοιάν σε ἄγει;4 Η καταφρονεις τον πλουτον της χρηστοτητος αυτου και της υπομονης και της μακροθυμιας, αγνοων οτι η χρηστοτης του Θεου σε φερει εις μετανοιαν;
5 κατὰ δὲ τὴν σκληρότητά σου καὶ ἀμετανόητον καρδίαν θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως δικαιοκρισίας τοῦ θεοῦ5 δια δε την σκληροτητα σου και αμετανοητον καρδιαν θησαυριζεις εις σεαυτον οργην εν τη ημερα της οργης και της αποκαλυψεως της δικαιοκρισιας του Θεου,
6 ὃς ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ·6 οστις θελει αποδωσει εις εκαστον κατα τα εργα αυτου,
7 τοῖς μὲν καθ’ ὑπομονὴν ἔργου ἀγαθοῦ δόξαν καὶ τιμὴν καὶ ἀφθαρσίαν ζητοῦσιν ζωὴν αἰώνιον,7 εις μεν τους ζητουντας δι' υπομονης εργου αγαθου, δοξαν και τιμην και αφθαρσιαν ζωην αιωνιον,
8 τοῖς δὲ ἐξ ἐριθείας καὶ ἀπειθοῦσιν τῇ ἀληθείᾳ πειθομένοις δὲ τῇ ἀδικίᾳ ὀργὴ καὶ θυμός.8 εις δε τους φιλονεικους και απειθουντας μεν εις την αληθειαν, πειθομενους δε εις την αδικιαν θελει εισθαι θυμος και οργη,
9 θλῖψις καὶ στενοχωρία ἐπὶ πᾶσαν ψυχὴν ἀνθρώπου τοῦ κατεργαζομένου τὸ κακόν, Ἰουδαίου τε πρῶτον καὶ Ἕλληνος·9 θλιψις και στενοχωρια επι πασαν ψυχην ανθρωπου του εργαζομενου το κακον, Ιουδαιου τε πρωτον και Ελληνος?
10 δόξα δὲ καὶ τιμὴ καὶ εἰρήνη παντὶ τῷ ἐργαζομένῳ τὸ ἀγαθόν, Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι·10 δοξα δε και τιμη και ειρηνη εις παντα τον εργαζομενον το αγαθον, Ιουδαιον τε πρωτον και Ελληνα?
11 οὐ γάρ ἐστιν προσωπολημψία παρὰ τῷ θεῷ.11 επειδη δεν ειναι προσωποληψια παρα τω Θεω.
12 Ὅσοι γὰρ ἀνόμως ἥμαρτον, ἀνόμως καὶ ἀπολοῦνται, καὶ ὅσοι ἐν νόμῳ ἥμαρτον, διὰ νόμου κριθήσονται·12 Διοτι οσοι ημαρτησαν χωρις νομου, θελουσι και απολεσθη χωρις νομου? και οσοι ημαρτησαν υπο νομον, θελουσι κριθη δια νομου.
13 οὐ γὰρ οἱ ἀκροαταὶ νόμου δίκαιοι παρὰ [τῷ] θεῷ, ἀλλ’ οἱ ποιηταὶ νόμου δικαιωθήσονται.13 Διοτι δεν ειναι δικαιοι παρα τω Θεω οι ακροαται του νομου, αλλ' οι εκτελεσται του νομου θελουσι δικαιωθη.
14 ὅταν γὰρ ἔθνη τὰ μὴ νόμον ἔχοντα φύσει τὰ τοῦ νόμου ποιῶσιν, οὗτοι νόμον μὴ ἔχοντες ἑαυτοῖς εἰσιν νόμος·14 Επειδη οταν οι εθνικοι οι μη εχοντες νομον πραττωσιν εκ φυσεως τα του νομου, ουτοι νομον μη εχοντες ειναι νομος εις εαυτους,
15 οἵτινες ἐνδείκνυνται τὸ ἔργον τοῦ νόμου γραπτὸν ἐν ταῖς καρδίαις αὐτῶν, συμμαρτυρούσης αὐτῶν τῆς συνειδήσεως καὶ μεταξὺ ἀλλήλων τῶν λογισμῶν κατηγορούντων ἢ καὶ ἀπολογουμένων,15 οιτινες δεικνυουσι το εργον του νομου γεγραμμενον εν ταις καρδιαις αυτων, εχοντες συμμαρτυρουσαν την συνειδησιν αυτων και τους λογισμους κατηγορουντας η και απολογουμενους μεταξυ αλληλων,
16 ἐν ἡμέρᾳ ὅτε κρίνει ὁ θεὸς τὰ κρυπτὰ τῶν ἀνθρώπων κατὰ τὸ εὐαγγέλιόν μου διὰ Χριστοῦ Ἰησοῦ.16 εν τη ημερα οτε θελει κρινει ο Θεος τα κρυπτα των ανθρωπων δια του Ιησου Χριστου κατα το ευαγγελιον μου.
17 Εἰ δὲ σὺ Ἰουδαῖος ἐπονομάζῃ καὶ ἐπαναπαύῃ νόμῳ καὶ καυχᾶσαι ἐν θεῷ17 Ιδου, συ επονομαζεσαι Ιουδαιος και επαναπαυεσαι εις τον νομον και καυχασαι εις τον Θεον,
18 καὶ γινώσκεις τὸ θέλημα καὶ δοκιμάζεις τὰ διαφέροντα κατηχούμενος ἐκ τοῦ νόμου,18 και γνωριζεις το θελημα αυτου και διακρινεις τα διαφεροντα, διδασκομενος υπο του νομου,
19 πέποιθάς τε σεαυτὸν ὁδηγὸν εἶναι τυφλῶν, φῶς τῶν ἐν σκότει,19 και εχεις πεποιθησιν εις σεαυτον οτι εισαι οδηγος τυφλων, φως των εν σκοτει,
20 παιδευτὴν ἀφρόνων, διδάσκαλον νηπίων, ἔχοντα τὴν μόρφωσιν τῆς γνώσεως καὶ τῆς ἀληθείας ἐν τῷ νόμῳ·20 παιδευτης αφρονων, διδασκαλος νηπιων, εχων τον τυπον της γνωσεως και της αληθειας εν τω νομω.
21 ὁ οὖν διδάσκων ἕτερον σεαυτὸν οὐ διδάσκεις; ὁ κηρύσσων μὴ κλέπτειν κλέπτεις;21 Ο διδασκων λοιπον αλλον σεαυτον δεν διδασκεις; ο κηρυττων να μη κλεπτωσι κλεπτεις;
22 ὁ λέγων μὴ μοιχεύειν μοιχεύεις; ὁ βδελυσσόμενος τὰ εἴδωλα ἱεροσυλεῖς;22 ο λεγων να μη μοιχευωσι μοιχευεις; ο βδελυττομενος τα ειδωλα ιεροσυλεις;
23 ὃς ἐν νόμῳ καυχᾶσαι, διὰ τῆς παραβάσεως τοῦ νόμου τὸν θεὸν ἀτιμάζεις·23 ο καυχωμενος εις τον νομον, ατιμαζεις τον Θεον δια της παραβασεως του νομου;
24 τὸ γὰρ ὄνομα τοῦ θεοῦ δι’ ὑμᾶς βλασφημεῖται ἐν τοῖς ἔθνεσιν, καθὼς γέγραπται.24 Διοτι το ονομα του Θεου εξ αιτιας σας βλασφημειται μεταξυ των εθνων, καθως ειναι γεγραμμενον.
25 Περιτομὴ μὲν γὰρ ὠφελεῖ ἐὰν νόμον πράσσῃς· ἐὰν δὲ παραβάτης νόμου ᾖς, ἡ περιτομή σου ἀκροβυστία γέγονεν.25 Επειδη ωφελει μεν η περιτομη, εαν εκτελης τον νομον? εαν ομως ησαι παραβατης του νομου, η περιτομη σου εγεινεν ακροβυστια.
26 ἐὰν οὖν ἡ ἀκροβυστία τὰ δικαιώματα τοῦ νόμου φυλάσσῃ, οὐχ ἡ ἀκροβυστία αὐτοῦ εἰς περιτομὴν λογισθήσεται;26 Εαν λοιπον ο απεριτμητος φυλαττη τα διαταγματα του νομου, η ακροβυστια αυτου δεν θελει λογισθη αντι περιτομης;
27 καὶ κρινεῖ ἡ ἐκ φύσεως ἀκροβυστία τὸν νόμον τελοῦσα σὲ τὸν διὰ γράμματος καὶ περιτομῆς παραβάτην νόμου.27 και ο εκ φυσεως απεριτμητος, εκτελων τον νομον, θελει κρινει σε οστις, εχων το γραμμα του νομου και την περιτομην, εισαι παραβατης του νομου.
28 οὐ γὰρ ὁ ἐν τῷ φανερῷ Ἰουδαῖός ἐστιν οὐδὲ ἡ ἐν τῷ φανερῷ ἐν σαρκὶ περιτομή,28 Διοτι Ιουδαιος δεν ειναι ο εν τω φανερω Ιουδαιος, ουδε περιτομη η εν τω φανερω η γινομενη εν σαρκι,
29 ἀλλ’ ὁ ἐν τῷ κρυπτῷ Ἰουδαῖος, καὶ περιτομὴ καρδίας ἐν πνεύματι οὐ γράμματι, οὗ ὁ ἔπαινος οὐκ ἐξ ἀνθρώπων ἀλλ’ ἐκ τοῦ θεοῦ.29 αλλ ' Ιουδαιος ειναι ο εν τω κρυπτω Ιουδαιος, και περιτομη η της καρδιας κατα πνευμα, ουχι κατα γραμμα, του οποιου ο επαινος ειναι ουχι εξ ανθρωπων, αλλ' εκ του Θεου.