Scrutatio

Sunday, 16 June 2024 - Sant´ Aureliano ( Letture di oggi)

ΝΑΟΥΜ - Naum - Nahum 1


font

1λημμα νινευη βιβλιον ορασεως ναουμ του ελκεσαιου2θεος ζηλωτης και εκδικων κυριος εκδικων κυριος μετα θυμου εκδικων κυριος τους υπεναντιους αυτου και εξαιρων αυτος τους εχθρους αυτου3κυριος μακροθυμος και μεγαλη η ισχυς αυτου και αθωων ουκ αθωωσει κυριος εν συντελεια και εν συσσεισμω η οδος αυτου και νεφελαι κονιορτος ποδων αυτου4απειλων θαλασση και ξηραινων αυτην και παντας τους ποταμους εξερημων ωλιγωθη η βασανιτις και ο καρμηλος και τα εξανθουντα του λιβανου εξελιπεν5τα ορη εσεισθησαν απ' αυτου και οι βουνοι εσαλευθησαν και ανεσταλη η γη απο προσωπου αυτου η συμπασα και παντες οι κατοικουντες εν αυτη6απο προσωπου οργης αυτου τις υποστησεται και τις αντιστησεται εν οργη θυμου αυτου ο θυμος αυτου τηκει αρχας και αι πετραι διεθρυβησαν απ' αυτου7χρηστος κυριος τοις υπομενουσιν αυτον εν ημερα θλιψεως και γινωσκων τους ευλαβουμενους αυτον8και εν κατακλυσμω πορειας συντελειαν ποιησεται τους επεγειρομενους και τους εχθρους αυτου διωξεται σκοτος9τι λογιζεσθε επι τον κυριον συντελειαν αυτος ποιησεται ουκ εκδικησει δις επι το αυτο εν θλιψει10οτι εως θεμελιου αυτων χερσωθησεται και ως σμιλαξ περιπλεκομενη βρωθησεται και ως καλαμη ξηρασιας μεστη11εκ σου εξελευσεται λογισμος κατα του κυριου πονηρα λογιζομενος εναντια12ταδε λεγει κυριος καταρχων υδατων πολλων και ουτως διασταλησονται και η ακοη σου ουκ ενακουσθησεται ετι13και νυν συντριψω την ραβδον αυτου απο σου και τους δεσμους σου διαρρηξω14και εντελειται υπερ σου κυριος ου σπαρησεται εκ του ονοματος σου ετι εξ οικου θεου σου εξολεθρευσω τα γλυπτα και χωνευτα θησομαι ταφην σου οτι ταχεις