Scrutatio

Wenesday, 19 June 2024 - San Romualdo ( Letture di oggi)

ΜΙΧΑΙΑΣ - Michea - Micah 7


font

1οιμμοι οτι εγενομην ως συναγων καλαμην εν αμητω και ως επιφυλλιδα εν τρυγητω ουχ υπαρχοντος βοτρυος του φαγειν τα πρωτογονα οιμμοι ψυχη2οτι απολωλεν ευλαβης απο της γης και κατορθων εν ανθρωποις ουχ υπαρχει παντες εις αιματα δικαζονται εκαστος τον πλησιον αυτου εκθλιβουσιν εκθλιβη3επι το κακον τας χειρας αυτων ετοιμαζουσιν ο αρχων αιτει και ο κριτης ειρηνικους λογους ελαλησεν καταθυμιον ψυχης αυτου εστιν και εξελουμαι4τα αγαθα αυτων ως σης εκτρωγων και βαδιζων επι κανονος εν ημερα σκοπιας ουαι ουαι αι εκδικησεις σου ηκασιν νυν εσονται κλαυθμοι αυτων5μη καταπιστευετε εν φιλοις και μη ελπιζετε επι ηγουμενοις απο της συγκοιτου σου φυλαξαι του αναθεσθαι τι αυτη6διοτι υιος ατιμαζει πατερα θυγατηρ επαναστησεται επι την μητερα αυτης νυμφη επι την πενθεραν αυτης εχθροι ανδρος παντες οι ανδρες οι εν τω οικω αυτου7εγω δε επι τον κυριον επιβλεψομαι υπομενω επι τω θεω τω σωτηρι μου εισακουσεται μου ο θεος μου8μη επιχαιρε μοι η εχθρα μου οτι πεπτωκα και αναστησομαι διοτι εαν καθισω εν τω σκοτει κυριος φωτιει μοι9οργην κυριου υποισω οτι ημαρτον αυτω εως του δικαιωσαι αυτον την δικην μου και ποιησει το κριμα μου και εξαξει με εις το φως οψομαι την δικαιοσυνην αυτου10και οψεται η εχθρα μου και περιβαλειται αισχυνην η λεγουσα προς με που κυριος ο θεος σου οι οφθαλμοι μου εποψονται αυτην νυν εσται εις καταπατημα ως πηλος εν ταις οδοις11ημερας αλοιφης πλινθου εξαλειψις σου η ημερα εκεινη και αποτριψεται νομιμα σου12η ημερα εκεινη και αι πολεις σου ηξουσιν εις ομαλισμον και εις διαμερισμον ασσυριων και αι πολεις σου αι οχυραι εις διαμερισμον απο τυρου εως του ποταμου συριας ημερα υδατος και θορυβου13και εσται η γη εις αφανισμον συν τοις κατοικουσιν αυτην εκ καρπων επιτηδευματων αυτων14ποιμαινε λαον σου εν ραβδω σου προβατα κληρονομιας σου κατασκηνουντας καθ' εαυτους δρυμον εν μεσω του καρμηλου νεμησονται την βασανιτιν και την γαλααδιτιν καθως αι ημεραι του αιωνος15και κατα τας ημερας εξοδιας σου εξ αιγυπτου οψεσθε θαυμαστα16οψονται εθνη και καταισχυνθησονται εκ πασης της ισχυος αυτων επιθησουσιν χειρας επι το στομα αυτων τα ωτα αυτων αποκωφωθησονται17λειξουσιν χουν ως οφεις συροντες γην συγχυθησονται εν συγκλεισμω αυτων επι τω κυριω θεω ημων εκστησονται και φοβηθησονται απο σου18τις θεος ωσπερ συ εξαιρων αδικιας και υπερβαινων ασεβειας τοις καταλοιποις της κληρονομιας αυτου και ου συνεσχεν εις μαρτυριον οργην αυτου οτι θελητης ελεους εστιν19αυτος επιστρεψει και οικτιρησει ημας καταδυσει τας αδικιας ημων και απορριφησονται εις τα βαθη της θαλασσης πασας τας αμαρτιας ημων20δωσεις αληθειαν τω ιακωβ ελεον τω αβρααμ καθοτι ωμοσας τοις πατρασιν ημων κατα τας ημερας τας εμπροσθεν .