Scrutatio

Wenesday, 17 April 2024 - Santa Caterina Tekakwitha ( Letture di oggi)

ΑΡΙΘΜΟΙ - Numeri - Numbers 27


font

1και προσελθουσαι αι θυγατερες σαλπααδ υιου οφερ υιου γαλααδ υιου μαχιρ του δημου μανασση των υιων ιωσηφ και ταυτα τα ονοματα αυτων μαλα και νουα και εγλα και μελχα και θερσα2και στασαι εναντι μωυση και εναντι ελεαζαρ του ιερεως και εναντι των αρχοντων και εναντι πασης συναγωγης επι της θυρας της σκηνης του μαρτυριου λεγουσιν3ο πατηρ ημων απεθανεν εν τη ερημω και αυτος ουκ ην εν μεσω της συναγωγης της επισυστασης εναντι κυριου εν τη συναγωγη κορε οτι δια αμαρτιαν αυτου απεθανεν και υιοι ουκ εγενοντο αυτω4μη εξαλειφθητω το ονομα του πατρος ημων εκ μεσου του δημου αυτου οτι ουκ εστιν αυτω υιος δοτε ημιν κατασχεσιν εν μεσω αδελφων πατρος ημων5και προσηγαγεν μωυσης την κρισιν αυτων εναντι κυριου6και ελαλησεν κυριος προς μωυσην λεγων7ορθως θυγατερες σαλπααδ λελαληκασιν δομα δωσεις αυταις κατασχεσιν κληρονομιας εν μεσω αδελφων πατρος αυτων και περιθησεις τον κληρον του πατρος αυτων αυταις8και τοις υιοις ισραηλ λαλησεις λεγων ανθρωπος εαν αποθανη και υιος μη η αυτω περιθησετε την κληρονομιαν αυτου τη θυγατρι αυτου9εαν δε μη η θυγατηρ αυτω δωσετε την κληρονομιαν τω αδελφω αυτου10εαν δε μη ωσιν αυτω αδελφοι δωσετε την κληρονομιαν τω αδελφω του πατρος αυτου11εαν δε μη ωσιν αδελφοι του πατρος αυτου δωσετε την κληρονομιαν τω οικειω τω εγγιστα αυτου εκ της φυλης αυτου κληρονομησει τα αυτου και εσται τουτο τοις υιοις ισραηλ δικαιωμα κρισεως καθα συνεταξεν κυριος τω μωυση12και ειπεν κυριος προς μωυσην αναβηθι εις το ορος το εν τω περαν τουτο ορος ναβαυ και ιδε την γην χανααν ην εγω διδωμι τοις υιοις ισραηλ εν κατασχεσει13και οψει αυτην και προστεθηση προς τον λαον σου και συ καθα προσετεθη ααρων ο αδελφος σου εν ωρ τω ορει14διοτι παρεβητε το ρημα μου εν τη ερημω σιν εν τω αντιπιπτειν την συναγωγην αγιασαι με ουχ ηγιασατε με επι τω υδατι εναντι αυτων τουτο εστιν υδωρ αντιλογιας καδης εν τη ερημω σιν15και ειπεν μωυσης προς κυριον16επισκεψασθω κυριος ο θεος των πνευματων και πασης σαρκος ανθρωπον επι της συναγωγης ταυτης17οστις εξελευσεται προ προσωπου αυτων και οστις εισελευσεται προ προσωπου αυτων και οστις εξαξει αυτους και οστις εισαξει αυτους και ουκ εσται η συναγωγη κυριου ωσει προβατα οις ουκ εστιν ποιμην18και ελαλησεν κυριος προς μωυσην λεγων λαβε προς σεαυτον τον ιησουν υιον ναυη ανθρωπον ος εχει πνευμα εν εαυτω και επιθησεις τας χειρας σου επ' αυτον19και στησεις αυτον εναντι ελεαζαρ του ιερεως και εντελη αυτω εναντι πασης συναγωγης και εντελη περι αυτου εναντιον αυτων20και δωσεις της δοξης σου επ' αυτον οπως αν εισακουσωσιν αυτου οι υιοι ισραηλ21και εναντι ελεαζαρ του ιερεως στησεται και επερωτησουσιν αυτον την κρισιν των δηλων εναντι κυριου επι τω στοματι αυτου εξελευσονται και επι τω στοματι αυτου εισελευσονται αυτος και οι υιοι ισραηλ ομοθυμαδον και πασα η συναγωγη22και εποιησεν μωυσης καθα ενετειλατο αυτω κυριος και λαβων τον ιησουν εστησεν αυτον εναντιον ελεαζαρ του ιερεως και εναντι πασης συναγωγης23και επεθηκεν τας χειρας αυτου επ' αυτον και συνεστησεν αυτον καθαπερ συνεταξεν κυριος τω μωυση