Scrutatio

Saturday, 22 June 2024 - San Tommaso Moro ( Letture di oggi)

ΙΕΖΕΚΙΗΛ - Ezechiele - Ezekiel 21


font

1και εγενετο λογος κυριου προς με λεγων2υιε ανθρωπου στηρισον το προσωπον σου επι θαιμαν και επιβλεψον επι δαρωμ και προφητευσον επι δρυμον ηγουμενον ναγεβ3και ερεις τω δρυμω ναγεβ ακουε λογον κυριου ταδε λεγει κυριος κυριος ιδου εγω αναπτω εν σοι πυρ και καταφαγεται εν σοι παν ξυλον χλωρον και παν ξυλον ξηρον ου σβεσθησεται η φλοξ η εξαφθεισα και κατακαυθησεται εν αυτη παν προσωπον απο απηλιωτου εως βορρα4και επιγνωσονται πασα σαρξ οτι εγω κυριος εξεκαυσα αυτο και ου σβεσθησεται5και ειπα μηδαμως κυριε κυριε αυτοι λεγουσιν προς με ουχι παραβολη εστιν λεγομενη αυτη6και εγενετο λογος κυριου προς με λεγων7δια τουτο προφητευσον υιε ανθρωπου και στηρισον το προσωπον σου επι ιερουσαλημ και επιβλεψον επι τα αγια αυτων και προφητευσεις επι την γην του ισραηλ8και ερεις προς την γην του ισραηλ ιδου εγω προς σε και εκσπασω το εγχειριδιον μου εκ του κολεου αυτου και εξολεθρευσω εκ σου αδικον και ανομον9ανθ' ων εξολεθρευσω εκ σου αδικον και ανομον ουτως εξελευσεται το εγχειριδιον μου εκ του κολεου αυτου επι πασαν σαρκα απο απηλιωτου εως βορρα10και επιγνωσεται πασα σαρξ διοτι εγω κυριος εξεσπασα το εγχειριδιον μου εκ του κολεου αυτου και ουκ αποστρεψει ουκετι11και συ υιε ανθρωπου καταστεναξον εν συντριβη οσφυος σου και εν οδυναις στεναξεις κατ' οφθαλμους αυτων12και εσται εαν ειπωσιν προς σε ενεκα τινος συ στεναζεις και ερεις επι τη αγγελια διοτι ερχεται και θραυσθησεται πασα καρδια και πασαι χειρες παραλυθησονται και εκψυξει πασα σαρξ και παν πνευμα και παντες μηροι μολυνθησονται υγρασια ιδου ερχεται και εσται λεγει κυριος κυριος13και εγενετο λογος κυριου προς με λεγων14υιε ανθρωπου προφητευσον και ερεις ταδε λεγει κυριος ειπον ρομφαια ρομφαια οξυνου και θυμωθητι15οπως σφαξης σφαγια οξυνου οπως γενη εις στιλβωσιν ετοιμη εις παραλυσιν σφαζε εξουδενει απωθου παν ξυλον16και εδωκεν αυτην ετοιμην του κρατειν χειρα αυτου εξηκονηθη ρομφαια εστιν ετοιμη του δουναι αυτην εις χειρα αποκεντουντος17ανακραγε και ολολυξον υιε ανθρωπου οτι αυτη εγενετο εν τω λαω μου αυτη εν πασιν τοις αφηγουμενοις του ισραηλ παροικησουσιν επι ρομφαια εγενετο εν τω λαω μου δια τουτο κροτησον επι την χειρα σου18οτι δεδικαιωται και τι ει και φυλη απωσθη ουκ εσται λεγει κυριος κυριος19και συ υιε ανθρωπου προφητευσον και κροτησον χειρα επι χειρα και διπλασιασον ρομφαιαν η τριτη ρομφαια τραυματιων εστιν ρομφαια τραυματιων η μεγαλη και εκστησει αυτους20οπως θραυσθη η καρδια και πληθυνθωσιν οι ασθενουντες επι πασαν πυλην αυτων παραδεδονται εις σφαγια ρομφαιας ευ γεγονεν εις σφαγην ευ γεγονεν εις στιλβωσιν21διαπορευου οξυνου εκ δεξιων και εξ ευωνυμων ου αν το προσωπον σου εξεγειρηται22και εγω δε κροτησω χειρα μου προς χειρα μου και εναφησω τον θυμον μου εγω κυριος λελαληκα23και εγενετο λογος κυριου προς με λεγων24και συ υιε ανθρωπου διαταξον σεαυτω δυο οδους του εισελθειν ρομφαιαν βασιλεως βαβυλωνος εκ χωρας μιας εξελευσονται αι δυο και χειρ εν αρχη οδου πολεως επ' αρχης25οδου διαταξεις του εισελθειν ρομφαιαν επι ραββαθ υιων αμμων και επι την ιουδαιαν και επι ιερουσαλημ εν μεσω αυτης26διοτι στησεται βασιλευς βαβυλωνος επι την αρχαιαν οδον επ' αρχης των δυο οδων του μαντευσασθαι μαντειαν του αναβρασαι ραβδον και επερωτησαι εν τοις γλυπτοις και ηπατοσκοπησασθαι εκ δεξιων αυτου27εγενετο το μαντειον επι ιερουσαλημ του βαλειν χαρακα του διανοιξαι στομα εν βοη υψωσαι φωνην μετα κραυγης του βαλειν χαρακα επι τας πυλας αυτης και βαλειν χωμα και οικοδομησαι βελοστασεις28και αυτος αυτοις ως μαντευομενος μαντειαν ενωπιον αυτων και αυτος αναμιμνησκων αδικιας αυτου μνησθηναι29δια τουτο ταδε λεγει κυριος ανθ' ων ανεμνησατε τας αδικιας υμων εν τω αποκαλυφθηναι τας ασεβειας υμων του οραθηναι αμαρτιας υμων εν πασαις ταις ασεβειαις υμων και εν τοις επιτηδευμασιν υμων ανθ' ων ανεμνησατε εν τουτοις αλωσεσθε30και συ βεβηλε ανομε αφηγουμενε του ισραηλ ου ηκει η ημερα εν καιρω αδικιας περας31ταδε λεγει κυριος αφειλου την κιδαριν και επεθου τον στεφανον αυτη ου τοιαυτη εσται εταπεινωσας το υψηλον και το ταπεινον υψωσας32αδικιαν αδικιαν θησομαι αυτην ουδ' αυτη τοιαυτη εσται εως ου ελθη ω καθηκει και παραδωσω αυτω33και συ υιε ανθρωπου προφητευσον και ερεις ταδε λεγει κυριος προς τους υιους αμμων και προς τον ονειδισμον αυτων και ερεις ρομφαια ρομφαια εσπασμενη εις σφαγια και εσπασμενη εις συντελειαν εγειρου οπως στιλβης34εν τη ορασει σου τη ματαια και εν τω μαντευεσθαι σε ψευδη του παραδουναι σε επι τραχηλους τραυματιων ανομων ων ηκει η ημερα εν καιρω αδικιας περας35αποστρεφε μη καταλυσης εν τω τοπω τουτω ω γεγεννησαι εν τη γη τη ιδια σου κρινω σε36και εκχεω επι σε οργην μου εν πυρι οργης μου εμφυσησω επι σε και παραδωσω σε εις χειρας ανδρων βαρβαρων τεκταινοντων διαφθοραν37εν πυρι εση καταβρωμα το αιμα σου εσται εν μεσω της γης σου ου μη γενηται σου μνεια διοτι εγω κυριος λελαληκα